Παρακλητικός Κανόνας

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ

ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ

ΝΙΚΑΝΟΡΑ ΤΟΝ ΖΑΒΟΡΔΗΝΟΝ,

ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ

 

Εποιήθη εν Αγίω Όρει του Άθωνος

υπό Αθανασίου ιερομονάχου Σιμωνοπετρίτου,

Υμνογράφου της Αγίας του Χριστού

Μεγάλης  Εκκλησίας

φιλοσίω αιτήσει του Σεβασμιωτάτου

Μητροπολίτου Καστορίας

Κυρίου κου Σεραφείμ

 

Μετά το, Ευλογητός, ο ψαλμός ΡΜΒ  (142)

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου· εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.  Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ’ εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου· η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταλαβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία.

Ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου· και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου· και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

 

Θεός Κύριος και τα Τροπάρια

Ήχος δ .  Ο Υψωθείς.

Ασκητικώς εν Καλλιστράτου τω όρει, ζήσας, Νικάνορ, των θαυμάτων την χάριν, απείληφας και ήγειρας Μονήν σου ιεράν· την Μακεδονίαν δε κατεφώτισας πάσαν, βίω τω ενθέω σου, και σημείοις ποικίλοις, ως μαρτυρούσιν και Καστοριείς, οι εξαιρέτως, τυχόντες σης χάριτος.

Δόξα. Και νυν. Θεοτοκίον, όμοιον.

Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι, ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν έως νυν ελευθέρους; ουκ αποστώμεν, Δέσποινα, εκ σου, σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Είτα ο Ν  ψαλμός·

Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνόν με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.  Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια  της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι, πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το Πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του  σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι. Ρύσαί με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.  Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον· καρδίαν συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Είτα ο κανών, ου η ακροστιχίς:

«Καστοριείς φύλαττε, πανόσιε Νικάνορ. Α(θανάσιος)».

Ωδή α .

Ήχος πλ. δ .  Υγράν διοδεύσας.

Κυρίου την χάριν από παιδός, πλουτήσας, Νικάνορ, σκεύος γέγονας ιερόν, θαυμάτων πληροίς τους χριστωνύμους, οι ευγνωμόνως τιμώμέν σε πάντοτε.

Ατέκνους πριν όντας τους σους γονείς, ευτέκνους Δεσπότης, εναπέδειξε θαυμαστώς, σε δους, παμμακάριστε Νικάνορ, τον των ατέκνων την στείρωσιν λύοντα.

Σπουδαίως ηγάπησας τον Χριστόν, Νικάνορ τρισμάκαρ, ώσπερ άλλος τις Σαμουήλ, ναοίς αυλιζόμενος εκ βρέφους, ων την αγάπην ημίν δος πρεσβείαις σου.

Θεοτοκίον.

Τον Λόγον κυήσασα του Πατρός, ηγίασαι όλη,

Θεοτόκε, υπερφυώς· διο και ημίν τοις σε τιμώσιν, αγιασμόν αναφαίρετον πάρεχε.

Ωδή γ . Ουρανίας αψίδος.

Ουρανόν την Μονήν σου επί της γης έδειξας, ένθα μοναστών αι χορείαι Χριστόν εδόξασαν. Όθεν, τους όσοι σε επικαλούνται, Νικάνορ, ουρανούς ανάδειξον Χριστού οικήματα.

Ρυπωθείσας καρδίας εκ πονηρών πράξεων κάθαρον, Νικάνορ, παρέχων την αδιάλειπτον

και αγιάζουσαν του Ιησού θείαν μνήμην, ην ως κτήμα άσυλον συ κατεπλούτησας.

Ιατρός εκ Κυρίου Χριστιανοίς δέδοσαι πάθη θεραπεύων και νόσους ψυχής και σώματος· όθεν προσπίπτομεν και εξαιτούμεν, Νικάνορ· τάχιστα θεράπευσον ποικίλως πάσχοντας.

Θεοτοκίον.

Εν νυκτί και ημέρα ικετικώς κράζομεν Πάναγνε, ως βρέφη ποιούσι και σου δεόμεθα· τροφήν την μένουσαν και σωτηρίαν ποιούσαν πάρεχε πρεσβείαις σου προς τον Φιλάνθρωπον.

Διάσωσον, από παντοίας εχθρού επηρείας σους δούλους, ω Νικάνορ οσίων το καύχημα, και αίτησαι παρά Χριστού αιτημάτων παντοίων την λύσιν.

Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Κάθισμα.  Ήχος β . Πρεσβεία θερμή.

Σωτήρος Χριστού εδείχθης οικητήριον διο και Μονήν Αυτώ σεπτήν ανήγειρας ιατήρ γενόμενος  τοις προστρέχουσι τοις λειψάνοις σου και προσκυνούσιν ευλαβώς, Νικάνορ, την εικόνα σου.

Ωδή δ . Εισακήκοα, Κύριε.

Ιερεύς αγγελότροπος ώφθης τω Κυρίω, Νικάνορ τίμιε· όθεν βίον καθαρότητοςιερεύσι πάρεχε τιμώσί σε.

Στύλος ήσθα, πανόσιε, εν ταις προσευχαίς σου αδιατάρακτος προ ομμάτων έχων Κύριον, Ον αεί ιλέωσαι τοις δούλοις σου.

Φως θαβώρειον έβλεπες, ως κεκαθαρμένος, Νικάνορ, πάντοτε, ου ακτίνα μίαν πάρεχε τοις σε υιικώς αεί γεραίρουσιν.

Θεοτοκίον.

Υπεράγαθε Δέσποινα, δέξαι τα αιτήματα των τιμώντων σε και Κυρίω ταύτα πρόσφερε, ίνα δω εκάστω τα συμφέροντα.

Ωδή ε . Φώτισον ημάς.

Λύτρωσαι ημών, πόλιν, Πάτερ θεοδόξαστε, από δεινών του πολεμήτορος εχθρού, ώσπερ το πάλαι, του λοιμού ταύτην διέσωσας.

Άνισος αγών ημίν πρόκειται, τρισόλβιε, κατά ασάρκων πολεμούσιν προσβολών· διο αιτούμεν, σην, Νικάνορ, συναντίληψιν.

Τείχισον ημάς πατρική επιστασία σου, θείε Νικάνορ, ως ετείχισας Μονήν Ζαβόρδης, του Σωτήρος οικητήριον.

Θεοτοκίον.

Τραύματα ψυχών, Θεοτόκε, ημών ίασαι, η τον σωμάτων και ψυχών τον Ιατρόν αποτεκούσα, Ιησούν τον πολυέλεον.

Ωδή ς . Την δέησιν.

Εβόησεν εν ημέρα θλίψεως, Καστορίας η πληθύς σοι, Νικάνορ, και παρευθύς του κινδύνου ερρύσθη· διο αείποτε πόθω προσπίπτει σοι αιτούσα λύσιν των δεινών μεσιτεία τη ση προς τον Εύσπλαγχνον.

Πεποίθαμεν φιλανθρώποις σπλάγχνοις σου και προβάλλομέν σε πρέσβυν, Νικάνορ, προς τον Θεόν, όπως έλεος δείξη ημίν τοις άμετρα πταίουσιν πάντοτε και μη εις πυρ το φοβερόν αποστείλη ημέρα της Κρίσεως.

Αξίωσον, Θαβωρείου λάμψεως, τους τιμώντάς σε, Νικάνορ τρισμάκαρ· συ θεατής των αρρήτων γαρ ώφθης, κατά τους πάλαι οσίως ασκήσαντας και νυν ακτίστων δωρεών απολαύεις οικών τον Παράδεισον.

Θεοτοκίον.

Νουν,  Άχραντε, και καρδίας σπήλαια  Ιησού ταις ικεσίαις σου δείξον, όσοι θερμώς θεοτόκοι γενέσθαι, επιποθούσιν Κυρίου εν χάριτι και μέτοχοι παμποθητού, παραδείσου γενέσθαι, Πανάμωμε.

Διάσωσον, από παντοίας εχθρού επηρείας σους δούλους, ω Νικάνορ Οσίων το καύχημα,

και αίτησαι παρά Χριστού αιτημάτων παντοίων την λύσιν.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα, μητρικήν παρρησίαν.

Κοντάκιον.

Ήχος β . Προστασία των Χριστιανών.

Πυρωθείς τη αγάπη του Κτίσαντος, τον σταυρόν τοις σοις ώμοις ανείληφας· όθεν, πάτερ, αμιλληθέντα πάλαι ασκηταίς πολλοίς θαύμασι Χριστός, Ω αφιέρωσας Μονήν, την ζωήν σου εκόσμησεν. Εν οις Καστοριέων λύμην φθοράς διώξας, Νικάνορ, δέξαι ευμενώς την ευγνώμονα ανύμνησιν.

Προκείμενον.

Τίμιος εναντίον Κυρίου ο θάνατος του

Οσίου αυτού.

Στίχος. Τι ανταποδώσομεν τω Κυρίω περί πάντων ων ανταπέδωκεν ημίν;

ΕΥΑΓΓΕΛΙΟΝ

Εκ του κατά Ματθαίον (11, 27-30)

Είπεν ο Κύριος τοις εαυτού μαθηταίς· Παντα μοι παρεδόθη υπό του Πατρός μου, και ουδείς επιγινώσκει τον Υιόν ει μη ο Πατήρ, ουδέ τον Πατέρα τις επιγινώσκει ει μη ο Υιός και ω εάν βούληται ο Υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς.  Άρατε τον ζυγόν μου εφ’ υμάς και μάθετε απ’ εμού, ότι πράός ειμι και ταπεινός τη καρδία και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών. Ο γαρ ζυγός μου χρηστός και το φορτίον μου ελαφρόν εστιν.

Δόξα Πατρί.

Ταις του σου Οσίου.

Και νυν.

Ταις της Θεοτόκου.

Είτα ψάλλομεν το προσόμοιον.

Στιχ. Ελέησόν με ο Θεός…

Ήχος πλ. β .  Όλην αποθέμενοι.

Άπαντα τον βίον σου ανατεθείς τω Δεσπότη, τω Θαβώρ εκλάμψαντι, τούτω ωκοδόμησας Μονήν, Όσιε· άσκησιν δ’ υπέρλογον εξασκήσας εύρες την ανάπαυσιν των κόπων σου, Νικάνορ, θαύμασι τιμηθείς ως δούλος φιλότιμος. Τούτων δε πλήσας άπασαν την Μακεδονίαν διέσωσας των Καστοριέων, λαόν από θανάτου λοιμικού, υπέρ ου πάντοτε πρέσβευε τω Θεώ, μακάριε.

Ωδή ζ . Οι εκ της Ιουδαίας.

Οι οχλούμενοι νόσοις, και προβλήμασι πλείστοις συμπιεζόμενοι προς σε, σεπτέ Νικάνορ, προστρέχομεν βοώντες· τον Δεσπότην ικέτευε, ίνα επίδη ταχύ και άνεσιν παράσχη.

Σε ειδότες ταμείον ευσπλαγχνίας ακένωτον, πάτερ  Όσιε, καθικετεύομέν σε· εκ μάστιγος καρκίνου τους νοσούντας εξίασαι, όπως τιμώμεν αεί, Νικάνορ, την σην μνήμην.

Ιερώτατον σκεύος Παρακλήτου υπάρχων από συλλήψεως φώτισον τας κυούσας και λύτρωσαι τα βρέφη εκ κινδύνου εκτρώσεως αναδεικνύων αυτά, Νικάνορ, θεία σκεύη.

Θεοτοκίον.

Εχαρίσθης θεόθεν τοις ανθρώποις μεσίτις, Παρθένε πάναγνε, και γαρ εν πάση θλίψει ευρίσκομέν σε σκέπην και αήττητον πρόμαχον, εξιλεούσαν ημίν Φιλάνθρωπον Υιόν σου.

Ωδή η . Τον βασιλέα.

Νίκην αρίστην, κατά εχθρού διαβόλου, Χριστωνύμοις, Νικάνορ, δος ταχέως αγωνιζομένοις τηρείν Κυρίου νόμον.

Ιερωσύνης κοσμηθείς τω ποδήρει παρεδρεύοντας θυσιαστηρίω φύλαττε, Νικάνορ, εκ μιασμού παντοίου.

Καστοριεύσιν τον αγνόν του Δεσπότου φόβον δίδου, Νικάνορ, όπως πάγας του σατάν νικώσι πρεσβείαις σου αγίαις.

Θεοτοκίον.

Αγνή Παρθένε, τους αγνεύοντας νέους τήρει ώσπερ Χριστού ναούς εμψύχους, όπως σε υμνώσιν το πρότυπον αγνείας.

Ωδή θ . Κυρίως Θεοτόκον.

Νικάνορ, θείε πάτερ, τους προστρέχοντάς σοι, εν ώρα δίκης εσχάτης εκλύτρωσαι, εκδυσωπών τον Σωτήρα, ταις ικεσίαις σου.

Ο οίκος ούτος, Πάτερ, ον ανέθηκέ σοι, η Καστορία εις μνήμην του θαύματος ως Σιλωάμ κολυμβήθρα άπασι γένοιτο.

Ρεόντων υπερόπτα και της Βασιλείας των ουρανών κληρονόμε αξίωσον ταύτης τους όσοι, Νικάνορ, σοι καταφεύγουσιν.

Θεοτοκίον.

Απάλλαξον, Παρθένε, πόλιν Καστορίας, την σε τιμώσαν Ναοίς επωνύμοις σου, πάσης ανάγκης και νόσου και περιστάσεως.

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν, ασυγκρίτως των Σεραφίμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Και τα Μεγαλυνάρια.

Χαίροις, ω Νικάνορ θαυματουργέ, των Καστοριέων, πρέσβυς ένθερμος προς Θεόν, υς διαφυλάττοις εκ νόσων και κινδύνων και πάσης επηρείας του πολεμήτορος.

Ώσπερ πάλαι έσωσας τον λαόν Καστορίας πάτερ, από νόσου της λοιμικής, ούτω και νυν σώσον από της αμαρτίας, Νικάνορ, απειλούσης ψυχών απώλειαν.

Χαίρετε, Νικάνορ συν τω Μηνά, οι της Καστορίας, αντιλήπτορες κραταιοί, δέησιν ποιείτε

απαύστως προς Δεσπότην, όπως εκλυτρωθώμεν δεινής κολάσεως.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Τρισάγιον. Ότι σου εστίν…

Απολυτίκιον.  Ήχος γ . Θείας πίστεως.

Νίκην είληφας άφθαρτον στέφος, Πάτερ όσιε, παρά του Κτίστου, των σων αγώνων αντάξιον έπαλθον· την γαρ πατρίδα λιπών την επίγειον της ουρανίου οικήτωρ γεγένησαι· όθεν πάντες σε πίστει και πόθω γεραίρομεν· Χαίροις Νικάνορ, Οσίων ομόσκηνε.

Εις την απόλυσιν ψάλλομεν το παρόν

προσόμοιον.

Ήχος β .  Ότε εκ του ξύλου σε.

Ώσπερ πάλαι τους Καστοριείς έσωσας λοιμού του παμφθόρου, Νικάνορ όσιε, ούτω και νυν λύτρωσαι της αμαρτίας λοιμού, ικετεύω εκάστοτε, Σωτήρα Δεσπότην, Ούπερ αφομοίωμα εδείχθης έκλαμπρον, όπως υγιαίνοντες πάντες και κατά ψυχήν και το σώμα δόξαν Αυτώ δώμεν την εμπρέπουσαν.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών.

Στίχοι

Νίκας, Νικάνορ, δίδου Καστοριεύσι,

κατ’ εχθρού παλαίουσι κακομηχάνου.